# In Hippocratis prorrheticum i commentaria iii 16.795

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.795

τῶν ἐξ αἱμορροΐδων ὡς ἂν μελαγχολικῶν περιττωμάτων τρεφόντων ἤτοι μελαγχολίαν ἢ φθίσιν ἢ ὕδερον ἢ κιρσοὺς ἢ καρκίνον ἢ ἐλέφαντα· τούτων δὲ ἔξωθεν ἑκάστῳ κατ' ἐκεῖνο τὸ μόριον ἔσεσθαι τὸ πάθος, ὃ τῶν ἄλλων ἐστὶν ἐπιφανῶς ἀσθενέστερον. ἕνα δὲ ὅρον προέθηκεν ἐν τῷ προκειμένῳ ῥησιδίῳ δυοῖν συμπτωμάτων, τῆς δίψης καὶ τοῦ ἐκχλοιοῦσθαι, τὴν ἐπίσχεσιν. τὸ μὲν γὰρ τῆς δίψης οὐδ' ὅλως ἴδιον ἐπισχέσεως αἵματός ἐστιν, τὸ δὲ ἐκχλοιοῦσθαι ταῖς ἀμέτροις ἐκρύσεσι τοῦ αἵματος, οὐ ταῖς ἐπισχέσεσιν ἕπεται. καὶ καλῶς εἴρηται κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν αἵματος πολλοῦ ῥυέντος ἐκχλοιοῦσθαι, ἔνθα καὶ τὸ σημαινόμενον ἐξηγησάμην ἐκ τῆς ‘ἐκχλοιοῦται’ φωνῆς. Τὰ εὔθετα ταραχώδεα, ἄγρυπνα, ἀποστάξαντα, ἑκταῖα κουφισθέντα, νύκτα πονήσαντα, εἰς τὴν αὔριον ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμορραγή|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
