# In Hippocratis prorrheticum i commentaria iii 16.802

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.802

δεες, ἅμα δέ τινι ῥύσει εὔφοροι. ἆρα οὗτοι ψυχροῖς ἐφιδρῶσι πολλοῖς; τὸ ἀνατεταραγμένον ἐν τούτοισιν οὐ πονηρὸν οὐδὲ τὸ ἐφιστάμενον γονοειδές. ἐπὶ συχνὸν δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν. Καὶ ταῦτα πάντα δῆλός ἐστιν τεθεαμένος <μέν, οὐ> δυνάμενος δὲ τὸ καθόλου συλλαβεῖν ἐπ' αὐτοῖς διὰ τὸ μὴ γινώσκειν ἑκάστου τῶν εἰρημένων τὴν δύναμιν, ἣν ἔμαθες, εἰ μέμνησαι τῶν ἔν τε τούτοις τοῖς ὑπομνήμασιν εἰρημένων καὶ τῶν Εἰς τὸ προγνωστικόν, ἔτι τε ἐν τοῖς Περὶ κρίσεων· ἀλλὰ καὶ τὴν ἐν αὐτοῖς ἄσκησίν τε καὶ γυμνασίαν ἐκ τῶν τῶν Ἐπιδημιῶν ἔμαθες. οὐ χρὴ δ' ἅπαξ ἢ δὶς ἀναγνόντα τῶν τοιούτων οὐδὲν ἐᾶν σε τοῦ λοιποῦ θαρρήσαντα τῇ μνήμῃ. μόλις γὰρ ἄν τις ἑτοίμην τε καὶ πρόχειρον αὐτὴν σχοίη, συνεχῶς μεταχειριζόμενος ἕκαστα τῶν ὑπομνημάτων. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
