# In Hippocratis prorrheticum i commentaria iii 16.807

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.807

ἴσμεν δ' ὅτι κατὰ τὸ Προγνωστικὸν εἰπὼν Ἱπποκράτης· "εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ", ἐπήνεγκε "θόρυβον σημαίνει ἢ παραφροσύνην". ἤκουσαν δὲ κἀκεῖ τινὲς μὲν ἀντὶ τοῦ σφυγμοῦ παλμὸν εἰρῆσθαι, τινὲς δὲ κυρίως ἐπὶ τῆς σφοδρᾶς κινήσεως τῆς κατὰ ῥάχιν ἀρτηρίας, εἰσὶ δὲ καὶ οἳ παλμὸν ἔγραψαν. οὐ μὴν αἱμορραγικὸν εἶναι σημεῖον ἀπεφήνατο κατὰ τὸ Προγνωστικὸν ὁ Ἱπποκράτης τὸν σφυγμὸν τοῦτον ὑπάρχειν, ἀλλ' ἐφεξῆς περὶ τῶν καθ' ὑποχόνδριον φλεγμονῶν γράψας προσέθηκε τῷ λόγῳ· "γίνεται δὲ τούτοισι καὶ αἵματος ῥῆξις διὰ ῥινῶν καὶ κάρτα ὠφελέει." καὶ ἵνα γε μᾶλλον ἐλπίσῃς ἔσεσθαι τὴν ἐκ τῶν ῥινῶν αἱμορραγίαν, ἐπανερέσθαι φησίν, ‘εἰ κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν· εἰ γὰρ εἴη τούτων τι, ἐνταῦθα ἂν ῥέποι.’ καλῶς δ' εἰπόντος Ἱπποκράτους ἐπὶ τῶν καθ' ὑποχόνδριον φλεγμονῶν "γίνεται δὲ τούτοισιν καὶ αἵματος ῥῆξις διὰ ῥινῶν," οὗτος κἀνταῦθα τὸν λόγον ἐκ τοῦ καθόλου μετήγαγεν ἐπὶ τὸ κατὰ μέρος εἰπών· ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
