# In Hippocratis prorrheticum i commentaria iii 16.808

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.808

ἡ δὲ ὑπόμακρος ἔντασις αὕτη τῶν <β> μυῶν ἂν εἴη τῶν μέσων, οἵτινες ἀπὸ τοῦ θώρακος ἐπὶ τὰ τῆς ἥβης ὀστᾶ καταφέρονται. γίγνεται δὲ καὶ σπληνὸς ὑπόμακρος φλεγμονή, ἀλλ' οὐκ ἄν τις φαίη μετὰ παλμοῦ γιγνομένας ταύτας τὰς φλεγμονὰς αἱμορραγικὰς εἶναι, τὴν δ' ἥπατος φλεγμονὴν τῶν ἄλλων μυῶν τῶν καθ' ὑποχόνδριον (ἓξ γάρ εἰσιν ὑπόλοιποι τῶν εἰρημένων δύο μυῶν) εἶναι καὶ αὐτὰς τὰς αἱμορραγίας. ὅπερ οὖν ἐν πολλαῖς ῥήσεσιν ἐμεμψάμην τοῦ τὸ βιβλίον τοῦτο γράψαντος, οὐκ ἂν ὀκνήσαιμι καὶ τὰ νῦν μέμψασθαι περὶ τῶν κατὰ μέρος ἀπόφασιν πολλὴν ποιησαμένου, σύντομον δὲ καὶ ἀληθῆ διδασκαλίαν διὰ τῶν καθόλου παραλιπόντος. καὶ γὰρ καὶ κατὰ τὸ τέλος τῆς ῥήσεως οὗτοι προσέθηκεν φρικώδεες, ὡς καθόλου καὶ τοῦτο συμβαῖνον αὐτοῖς, καίτοι γ' οὐκ ὂν καθόλου. γίνεται μὲν γὰρ ἐπὶ ταῖς τοιαύταις συνδρομαῖς ἐνίοτε καὶ τουτὶ τὸ σύμπτωμα, διὰ παντὸς δ' ἢ πλειστάκις οὐ γίγνεται. χρὴ δὲ ταῦτα γράφειν ἐν τῇ προρρητικῇ διδασκαλίᾳ, ὅσα διὰ παντὸς ἢ πλειστάκις γίγνεται. οἷον ἵν' ἐπὶ τοῦ προκειμένου καθάπερ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
