# In Hippocratis prorrheticum i commentaria iii 16.816

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.816

εὐκράτων ἢ τῶν θερμοτέρων καθ' ὑποχόνδρια φλεγμονή τις, ἐφεξῆς δὲ τούτων τὰ περὶ τὴν κεφαλὴν καὶ τὸ πρόσωπον αἱμορραγικὰ σημεῖα, καὶ εἴ τι κατὰ θώρακα καὶ ὑποχόνδρια τῆς ἄνω ῥοπῆς γνώρισμα. ταῦτα γὰρ ἅπαντα διὰ τῶν Περὶ κρίσεων ὑπομνημάτων ἐξηγησάμην καὶ μέντοι καὶ τῶν Εἰς τὸ Προγνωστικὸν καὶ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐν οἷς καὶ διώρισται τά τε μελλούσης ὅσον οὔπω γενήσεσθαι τῆς αἱμορραγίας σημεῖα καὶ τὰ μὴ τοιαῦτα. Οὖρα τοῖσι παρ' ὦτα ταχὺ καὶ ἐπ' ὀλίγον πεπαινόμενα φλαῦρα. καὶ τὸ καταψύχεσθαι ὧδε πονηρόν. Καὶ τὸ κατὰ ταύτην τὴν ῥῆσιν εἰρημένον ἐπὶ μέρους ἐστὶν ὑποπεπτωκὸς καθολικῷ λόγῳ· τὰ οὖρα κατὰ πᾶν νόσημα πυρετῶδες ταχὺ καὶ ἐπ' ὀλίγον πεπανθέντα, μετὰ ταῦτα δὲ παυσάμενα φλαῦρόν τι σημαίνει. πρόδηλον δ' ὅτι καὶ τὸ καταψύχεσθαι πονηρὸν οὐκ ἐν τούτοις μόνον, ἀλλὰ καὶ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
