# In Hippocratis prorrheticum i commentaria iii 16.820

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.820

ἧπαρ πεπονθέναι φασὶ καὶ διὰ τοῦτο καὶ αὐτὸν τὸν γραφέα προστεθηκέναι τῇ ῥήσει· ἆρα ἐκ τῶν ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἀεὶ μὲν γὰρ ἡπατικὰ τὰ τοιαῦτα διαχωρήματα, οὐ μὴν μετὰ φλεγμονῆς ἀεὶ τοῦ σπλάγχνου, διότι τῷ λόγῳ προσέθηκε τὸν ἆρα σύνδεσμον, ὡς οὐ δυνάμενος διατείνεσθαι, ὅτι τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶται τοῖς οὕτω πάσχουσιν <ἀεί>. ἀλλὰ καὶ τὸ τούτοις ἐφεξῆς εἰρημένον τὸ ἐκχλοιοῦσθαι, προδήλως ἡπατικόν ἐστι σύμπτωμα, καθότι δέδεικται διὰ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. μετὰ ταῦτα προσέγραψε περὶ τῶν παρ' ὦτα. φαίνεται δὲ ταύταις ἁπάσαις ταῖς ῥήσεσιν ἐπὶ συνδρομαῖς τισι προγνώσεις αὐτῶν γράφειν καὶ τοῦτ' εἶναι μάλιστα [καὶ κατὰ τὴν] προκείμενον αὐτῷ καὶ κατὰ τὴν ἐνεστῶσαν ῥῆσιν, ἀλλ' οὐκ ἐτόλμησεν ἀποφήνασθαι περὶ αὐτῶν, καίτοι γε εἰωθὼς ἐπὶ τῶν κατὰ μέρος ὡς καθόλου πολλάκις ἀποφάσεις γράφειν. ἀλλὰ νῦν γέ φησι καὶ τὰ παρ' ὦτα τούτοισιν ὀδυνώδεα ἐπ' ὀλίγον, ἐμφαίνων πάλιν ὡς ἑωρακὼς εἴη τινὰ τοιοῦτον ἄρρωστον, ἐφ' οὗ ὑπὸ τῆς φύσεως ὁρμή τις ἐγένετο πρὸς γένεσιν πα|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
