Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.821
Not analysed yet
ρωτίδων, οὐ μὴν ἐξίσχυσέ γε ἀποθέσθαι ταύτῃ τὰ λυποῦντα καὶ συνέβη τῷ νοσοῦντι κοιλίας καταρραγείσης ὀλεθρίως ἔχειν, ὡς ἂν μὴ κρίσεως λόγῳ τῆς φύσεως ἐκκρινούσης κάτω τοὺς λυποῦντας χυμούς, ἀλλὰ δι' ἀρρωστίαν τῆς ἐν ἥπατι δυνάμεως. Ἐν τοῖσιν ἀσώδεσιν ἀγρύπνοισι τὰ παρ' οὖς μάλιστα. <Τὸ μάλιστα> προσέθηκεν ἐνταῦθα διὰ τὸ πολλάκις ἑωρακέναι ταῦτα καὶ οὐχ ἅπαξ, ὥστε κατὰ τὴν προκειμένην ῥῆσιν ἀληθές ἐστιν ἀσώδεις εἶναι, οἷς ἀνίστανται παρωτίδες, ἀλλ' οὐχ ἱκανὸν τοῦτο. καὶ γὰρ ὅτι παραφροσύνην ἀναγγέλλει τὰ τοιαῦτα συμπτώματα, διὰ τῶν ἔμπροσθεν ἐδήλωσεν. ἐὰν οὖν, ἅπερ ὁ Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, προδιασκεψάμενος ἐλπίσῃς ἔσεσθαι παρωτίδας, εἶτ' ἀσώδη καὶ ἄγρυπνον ἴδῃς τὸν κάμνοντα, <προσδόκα> γενήσεσθαι τὰς παρωτίδας. δι' ὧν δὲ σημείων ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας, ἔστιν ταῦτα.