# In Hippocratis prorrheticum i commentaria iii 16.822

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.822

πρῶτον | μὲν τὸ κοινὸν ἁπασῶν ἀποστάσεων, ὅτι χρονίζοντι περιέστηκε τῷ κάμνοντι, εἶθ' ἑξῆς εἰ ἀργὴ καὶ κατάρροπος ἡ νόσος ἢ θερμὴ καὶ ἀνάρροπος, εἶτα <* τὰ> περὶ τράχηλον καὶ κεφαλὴν βάρη καὶ τὰς ὀδύνας καὶ τὸ ἔρευθος τοῦ προσώπου. διὰ τοῦτο γάρ τοι προελπίσαντι παρωτίδας ἔσεσθαι βεβαιοτέρα πρόγνωσις ἔσται τῶν κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένων ἐπιφανέντων. ἐκείνου μὲν πρὸ πάντων μέμνησο τοῦ λόγου. μετὰ ταῦτα, ὅτι νῦν πάντα τὰ σημεῖα καθ' ἕκαστον ἂν εἶπον, <εἰ μὴ> πρὸς Ἱπποκράτους αὐτοῦ γεγραμμένα <ἦν διὰ> δυοῖν ἤδη βιβλίοιν. ἐπίτασσε δ' αὐτοῖς ὅσα διὰ σφυγμῶν εἰς ἑκάστου πρόγνωσιν συντελοῦντα παραλέλειπται μὲν πρὸς Ἱπποκράτους, ἔχεις δὲ καὶ ταῦτα γεγραμμένα πρὸς ἡμῶν ἐν τῇ Περὶ σφυγμῶν πραγματείᾳ. Ἐπὶ εἰλεοῖσι δυσώδεσι πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ' οὖς ἐπαρθέντα κτείνει. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
