Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.823
Not analysed yet
Ἐν ταύτῃ τῇ ῥήσει γέγονε μέν τις ἀσάφεια καὶ δι' αὐτὸν τὸν γράψαντα, γέγονε δὲ καὶ διά τινας ἐξηγητὰς ἡγουμένους ἄδηλον εἶναι, πότερον καθ' ἕκαστον τῶν εἰρημένων συμπτωμάτων ὁ ἀνὴρ ἐλπίζειν ἡμᾶς ἀξιοῖ γενέσθαι παρωτίδας ἢ πάντων ἅμα συνελθόντων. ἐν ἀρχῇ μὲν γὰρ τούτου <τοῦ> συγγράμματος ἔτ' ἀγνοουμένης τῆς γνώμης αὐτοῦ προσηκόντως ἄδηλα τὰ τοιαῦτα ἄν τις εἶναι νομίσειεν, ἐν ὅλῳ δὲ τῷ βιβλίῳ πεῖραν ἱκανὴν ἐσχηκότων ἡμῶν τῆς προαιρέσεως αὐτοῦ καὶ γινωσκόντων ὅτι κατὰ συνδρομὰς ὧν εἶδε τὰς προγνώσεις γράφει, δῆλός ἐστι καὶ νῦν ἐπὶ πᾶσιν οἷς ἔγραψεν ἅμα γενομένοις ἀξιῶν ἡμᾶς ἐλπίζειν τὰς παρωτίδας ἔσεσθαι. ἀλλ' ὅτι θανατώδεις εἰσίν, εἰ γένοιντο, πρόδηλον ὡς καὶ νῦν ἑώρακά τινας τῶν οὕτω νοσούντων, οἷς παρωτίδων γενομένων ἠκολούθησε θάνατος. ὅτι <δὲ> διὰ τὰς παρωτίδας οὐκ ἐγενήθη [ἰστεόν, ὅτι ἰδεῖν ἔστιν τοιαύτας], δῆλον ἐξ ὧν ἔγραψεν ὅτι <ὁ> μὲν ὀξὺς πυρετὸς ἦν οὐκ ἀκίνδυνος, ὁ δ' εἰλεὸς ὀλέθριον πάθος. ἐπεὶ δ' οὐδὲν πλέον ἔγραψεν, ἀλλὰ δυσώδη τοῦτον εἶναι βούλεται, πολὺ δὴ μᾶλλον. ὅπως γὰρ |