# In Hippocratis prorrheticum i commentaria iii 16.824

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.824

ἂν ἀκούσῃς δυσώδη τὸν εἰλεόν, ὀλεθριώτερός ἐστι τοῦ μὴ δυσώδους. ἀκοῦσαι δ' ἐγχωρεῖ δυσώδη πρῶτον μὲν καθ' ὃν ἐμεῖται κόπρος, ὀλεθριώτατον σημεῖον, εἶθ' οὗ δυσώδης ἐστὶν ἡ ἐκπνοή, καὶ τρίτον οὗ δυσώδης ἐρυγή, καὶ τέταρτον οὗ φῦσα δυσώδης, καὶ πέμπτον οὗ δυσῶδες τὸ σῶμα· καὶ γὰρ ὁ τοιοῦτος εἰλεὸς ὤφθη ποθ' ἡμῖν. <Ἐκ> κωφώσιος ἐπιεικῶς τὰ παρ' ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον. Ἐπεὶ τὸ ἐπιεικῶς ἐν τῷ μεταξὺ τῶν πολλὴν ἐλπίδα καὶ τῶν ὀλίγην ἐχόντων ἐπὶ πάντων τῶν συμπτωμάτων λεγόμενόν ἐστιν, οὕτω καὶ ἄνθρωπον ἐπιεικῆ καλοῦμεν τὸν μέτριον, ᾧ μηδὲν ἄγαν πράττεται κατὰ τὸν βίον. ὁ τοίνυν ὅλος λόγος αὐτῷ τοιόσδε τίς ἐστιν· ‘ἐὰν κώφωσις γένηται, <τὰ> παρ' οὖς ἔσεσθαι μετρίως ἔλπιζε’, προστίθησι δ' ὅτι ἐλπίζει |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
