Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.826
Not analysed yet
Τὰ παρ' ὦτα φλαῦρα τοῖσι παραπληγικοῖς. Τὰς παραπληγίας ἔμαθες εἶναι τοιοῦτον πάθος ἑνὸς τῶν ἐν τῷ ζῴῳ μορίων, ὁποῖον τοῦ παντὸς σώματός ἐστιν πάθος ἀποπληξία. δοκεῖ δέ μοι τεθεαμένος ἴσως καὶ δύο καὶ τρεῖς παραπληγικοὺς μηδὲν ὠφεληθέντας ὑπὸ παρωτίδων ἀποφήνασθαι φλαῦρον εἶναι σημεῖον αὐτάς. ἐγὼ δ' οὐκ ἂν ἁπλῶς ἀποφηναίμην μοχθηρὸν εἶναι σημεῖον ἐπιγενομένας τοῖς παραπληγικοῖς παρωτίδας. ἀλλ' ἀρκεῖ τοῦτο μόνον εἰπεῖν, ὡς ἐλάττων ἐστὶν ἡ ἀπόστασις ἥδε τοῦ νοσήματος. ἐμάθομεν δὲ παρ' Ἱπποκράτους εἰπόντος ἀγαθὰς ἀποστάσεις εἶναι ‘ἀξίως τῆς περιβολῆς τοῦ νοσήματος’ εἰς τὰ κάτω τοῦ σώματος γινομένης, ὧν οὐδέτερον αἱ παρωτίδες ἔχουσι· καὶ γὰρ σμικρότεραι τοῦ πάθους εἰσὶ καὶ οὐ κάτω. τοῦτ' οὖν οὐκ ἀρκεῖ μόνον, ὀλεθρίας ἀποφήνασθαι. |