# In Hippocratis prorrheticum i commentaria iii 16.827

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.827

Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ' οὖς ἀνίστησιν. Ἔργῳ πάρεστίν σοι μαθεῖν, ὅπως ἐπὶ συνδρομῇ τήρησις οὐδὲν εὑρίσκει. χωρὶς γὰρ τοῦ τὴν φύσιν ἐπισκέψασθαι τοῦ πράγματος, ἐφ' οὗ τὴν πρόγνωσιν † εἰπεῖν θεραπείαν ποιησόμεθα, τὴν δύναμιν οὐκ ἔστι τῶν σημείων ἑκάστου κρῖναι. χωρὶς δὲ τοῦ γνῶναι τῶν πραγμάτων ἑκάστου τὴν δύναμιν ἀδύνατόν ἐστιν ἐπ' αὐτοῖς συστήσασθαι **. καὶ τοῦθ' ὑμᾶς ἐδίδαξα κατὰ πάσας τὰς τέχνας γινόμενον, οὐ μόνον κατὰ τὴν ἰατρικήν. καὶ διὰ τοῦτο καὶ Ἱπποκράτης πλεῖστον ὅσον ὑπερεβάλετο τοὺς πρὸ αὐτοῦ τῶν ἁπλῶν φαρμάκων ἑκάστου τὴν δύναμιν ἐξευρών, ὡς ἐν ἅπασιν αὐτοῦ δέδεικται τοῖς συγγράμμασι. τούτου μὲν οὖν ἀεὶ μεμνῆσθαι χρή, πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἐπὶ μέρους ὄντα τοσοῦτον πάλιν ἐκ τοῦ καθόλου προσήκει λαβεῖν, ὅσον εἰς τὸν νῦν εἰρημένον <ἱκανόν> ἐστίν. αἱ μὲν γὰρ κατοχαὶ πάθη εἰσίν, ὡς ἔμαθες, ἐγκε|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
