# In Hippocratis prorrheticum i commentaria iii 16.831

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.831

Ἄν, ὡς ἔφην, ἄρξηταί τις τῆς προγνώσεως, ἀφ' ὧν Ἱπποκράτης ἔγραψεν ἐν τῷ Προγνωστικῷ καὶ ταῖς Ἐπιδημίαις ὑπὲρ πασῶν ἀποστάσεων καθόλου, γενήσεται κἀκ τῶν νῦν εἰρημένων αὐτῷ τι εἰς ἀσφαλεστέραν ἀπόφασιν ὠφελείας. ἐὰν γὰρ ἐλπίσῃς ἀπόστασιν ἔσεσθαι, σκέπτου τὴν ῥοπὴν τῶν χυμῶν <ἐφ'> ὅ τι μόριον ποιοῦνται, καὶ οὕτως ἑκάστου τῶν περὶ τὴν κεφαλὴν συμπτωμάτων τὴν δύναμιν ἐκλογισάμενος ἧττόν τε καὶ μᾶλλον ἐλπίσεις ἔσεσθαι τὰς παρωτίδας. ἕνεκα τοίνυν παραδείγματος οὐ χεῖρον ἐπ' αὐτῶν, ὧν νῦν προεχειρίσατο, ποιήσασθαι τὸν λόγον. κεφαλαλγία αὖ τῶν σημαινόντων ἐστὶν ἐπὶ τὴν κεφαλὴν γίνεσθαι τὴν ῥοπὴν τῶν χυμῶν. τὸ δὲ ἐφιδροῦν μικρὰν δύναμιν εἰς τὴν τοιαύτην πρόγνωσιν ἔχει, μείζονα δ' αὐτοῦ τὸ ἐπιρριγοῦν· τὸ δὲ καταρρήγνυσθαι τὴν κοιλίαν οὐχ ὅπως ἄν τις φαίη δηλωτικὸν εἶναι τῆς τῶν παρωτίδων γενέσεως, ἀλλὰ καὶ τοὐναντίον ἐπὶ τὰ κάτω τὴν ῥοπὴν ἐργάζεσθαι τοῖς λυποῦσι χυμοῖς. τὸ κωματῶδες ἀξιόλογόν ἐστι σημεῖον εἰς παρωτίδων γένεσιν.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
