# In Hippocratis prorrheticum i commentaria iii 16.836

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.836

σκοπεῖσθαι’. ταῦτα δ' ἐστὶν ἔρευθος, ὄγκος παρὰ φύσιν, ὑγρότης ὀφθαλμῶν, ἀχλυῶδες ὁρᾶν, ὅσα τ' ἄλλα τοιαῦτα. εἰ δὲ καὶ μὴ πάντα τις ἀκούειν ἐθέλοι τὰ περὶ πρόσωπον, ἀλλὰ τόν γε παρὰ φύσιν ὄγκον ἀκούειν <δεῖ> πάντως. εἰρηκὼς γὰρ ἐν τούτοισι <τὰ> παρ' οὖς ἐπανίσταται ἔπειτα ἐφεξῆς εἰπὼν πρόσθεν δὲ τὰ περὶ πρόσωπον, ἐμφαίνειν ἂν δόξειεν ἀπὸ κοινοῦ δεῖν ἀκούειν τὸ ἐπανίσταται. Κοιλίης μέλανα κοπρώδεα διείσης κῶμα ἐπιφανὲν τὰ παρ' οὖς ἀνίστησιν. Οὐκ ὀρθῶς ἔγραψαν ἔνιοι κοιλίης μέλανα, κοπρώδεα χολώδεα διείσης, οὔτ' ἐν τοῖς παλαιοῖς ἀντιγράφοις εὗρον, οὔτε τις τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπίσταται τὴν γραφὴν ταύτην, ἀλλ' ἃ καὶ χολώδεα κατὰ τῆς ὠχρᾶς χολῆς ἔθος τοῖς παλαιοῖς ἰατροῖς λέγειν, οὐκ ἂν εὖ κέοιτο κατὰ τὴν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
