Ancient Greek
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.17
Not analysed yet
Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώ- πων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, δρα- μόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης. Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς πλείους ἔχουσιν οἱ παχεῖς. ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀνα- στόμωσις ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις οὕτως ἂν μάλιστα γένοιτο. χρήσιμα δὲ ταῦτα πάντα πρὸς τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον.