# In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.20.1

Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius, Work 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-vel-polybi-opus-de-salubri-victus-ratione-privatorum-commentarius/1.20.1

Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθω-σαν τὸν ἔμετον τρόπῳ τοιῷδε. λουσάμενοι θερμῷ προ- πιέτωσαν ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθι- έτωσαν καὶ μὴ πινέτωσαν ἐπὶ τῷ σιτίῳ, μηδὲ ἀπὸ τοῦ σιτίου, ἀλλὰ ἐπισχέτωσαν ὅσον τέσσαρα στάδια διελθεῖν. ἔπειτα δὲ συμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξύν. πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ χρόνου. ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Λουσάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματος ἀκρατεστέ- ρῳ, λογισμῷ τοιῷδε χρώμενος, ὡς ἂν εἰκάσειέ τις. ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ σῶμα καὶ οἱ χυ- μοὶ χέονται καὶ χαλαρὰ γίνονται τὰ ἀγγεῖα, τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέστερος οἶνος ἐργάζεται, μετὰ τοῦ καὶ ῥωννύναι τὴν δύναμιν, ἧς μάλιστα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰσχνῶν. ἔπειτα, φησὶ, σιτία παντοδαπὰ ἐσθι- έτωσαν. τούτου δὲ λογισμὸν οὐ τὸν αὐτὸν πάντες ἔγραψαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον. ἐνίοις μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπὰ, διότι στασιάζοντα πρὸς ἄλληλα ῥᾷον εἰς ἔμετον ὁρμᾷ, τισὶ δὲ ὑπὲρ τοῦ πλεῖον προσενεγκέσθαι. τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέως ἐμπίπλησιν, οὐκ ἐᾷ δὲ πί- νειν εὐθέως αὐτοὺς, ἵνα μὴ ταχέως ἐπιπολάσῃ τὰ σιτία, ὅ οὐ βούλεται. διὰ δὲ τὸ μὴ γενέσθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸς τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸν εἶπεν, ὅσον τεσσάρων σταδίων διελθεῖν. ἐπὶ δὲ τούτοις, οὕτω προαχθεῖσι, δίδωσι τὸ ποτὸν, οἴνους τρεῖς διαφέροντας ἀλλήλων κατὰ ποιότητα. κελεύει γὰρ εἶ- ναι τὸν μέν τινα τῶν οἴνων αὐστηρὸν, τὸν δὲ γλυκὺν, τὸν δὲ ὀξύν. οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι᾿ ἣν οὕτως ἐκέλευσεν. οἱ δ᾿ ἀπομαντευόμενοι τῆς γνώμης αὐτοῦ φασὶ τὸν μὲν αὐστηρὸν διδόναι ῥώμης ἕνεκα τῶν ὀργάνων, δι᾿ ὦν ὁ ἔμετος ἔσται, τὸν δὲ γλυκὺν ἵνα εἰς ἔμετον ὁρμήσῃ καὶ διὰ τὸ χέειν τοὺς χυμοὺς τὸν γλυκὺν οἶνον, τὸν δ᾿ ὀξὺν ἵνα ἀποῤῥύψῃ τὰ ἐμπεπλασμένα τῇ γαστρί. τάχα γοῦν καὶ τὰ σιτία παντοδαπὰ κατὰ τὰς ποιότητας ἐκέλευσε λαμβά- νειν αὐτοὺς, ἵνα τὰ μὲν ῥώσῃ τὴν γαστέρα, τὰ δὲ εἰς ἔμε- τον παροξύνῃ, τὰ δὲ ἀποῤῥύψῃ τοὺς ἐμπεπλασμένους χυμούς. ὅπερ δὲ λέγω πολλάκις ἐν ταῖς πρὸς τοὺς ἑταίρους τε καὶ τοὺς ἄλλους φίλους συνουσίαις, ἐρῶ καὶ νῦν. οὐ σμικρά μοι δοκοῦσιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεσιν ἄνδρες πρεσβεύοντες, ἄνευ τοῦ τὸν λογισμὸν εἰπεῖν ὦν συμβουλεύ- ουσιν, ἀποφαινόμενοι καθάπερ τινὰ προστάγματα βασιλικά. βέλτιον γὰρ ἦν ἑκάστου τῶν πραττομένων αὐτὸν τὸν γρά- ψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡς Ἱπποκράτης ἐποί- ησεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ τῆς πτισάνης εἰπών. τὸ γὰρ γλίσχρον αὐτῆς λεῖον καὶ προσηνὲς καὶ συνεχές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκ- πλυτον, εἴ τι καὶ τούτου προσδέοι καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίᾳ. οὕτως δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτος, ἔτι τε λουτρῶν ἔγραψεν, ὥστε ἀρχὴν ἔχειν ἡμᾶς τῆς ὁδοῦ καθ᾿ ἣν ἀκολούθως τῷ συγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ᾿ αὐτοῦ προσ- θῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότος αὐτοῦ τἄλλα, χωρὶς τοῦ τῆς αἰτίας λογισμοῦ καὶ μέντοι ὡς ἤτοι πίνειν ἔνεστι τὸν οἶνον πρῶτον μὲν ἀκρητέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. ἡμᾶς δεῖ στοχάζεσθαι τῆς γνώμης αὐτοῦ, καθ᾿ ἣν ἔγραψεν. ἔστι δὲ καὶ ἄλλως μὲν ἅπας στοχασμὸς ἀμφίβολον πρᾶγμα· μάλιστα δὲ ὅταν ἔτ᾿ ἀνθρώπου γνώμη ἠγνόηται. τὸ μὲν οὖν ὑδαρέστε- ρον πίνειν τὸν οἶνον καὶ θᾶσσον καὶ κατὰ πολλὸν εἰκότως ἂν εἰρῆσθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀν- αντία τοῖς κατασχεῖν βουλομένοις καὶ πέψαι τὴν τροφὴν ἐστὶν ἐπιτήδεια, τό τε ἀκρατέστερον καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ᾿ ὅλως τὰ πρὸς τὸ κατασχεῖν ἁρμόττοντα πρῶτα παρ- έλαβεν ἐπὶ τοῦ μέλλοντος ἐμεῖν ὀλίγον ὕστερον, οὐκ ἔχομεν εἰ- πεῖν τι πιθανόν. ἴσως δ᾿ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθα- νὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοις ἀρέσκον. ἐπειδὴ βού- λεται μὴ καταλύεσθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων ὑπὲρ ὦν ταῦτα γράφει, διὰ τοῦτ᾿ οὖν πρώτην ἐκείνην ῥώννυ- σιν, εἶθ᾿ οὕτως ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ᾿ εἰς τὸ ῥωσθῆναι τὴν δύναμιν αὐτάρκης ἦν ὁ ἐπὶ τῇ τῶν σι- τίων προσφορᾷ χρόνος. ἄλλο δὲ ἄλλῳ πιθανὸν, ὡς ἔφην, ἐστὶν, οὐκ ἀποτετμημένον, ὡς ἕν τι, καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰς ἐπιστημονικὰς ἀποδείξεις βεβαιοῦται.

---

Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg086.local001/.
