Ancient Greek · ~2 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.21
Not analysed yet
Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφε- ξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον ἢ διὰ πεντεκαίδεκα. οἱ δὲ πᾶν τοὐναντίον ποιέουσι. Καὶ τούτων τὸν λογισμὸν αὐτὸν ἔδει τὸν γράψαντα προστεθεικέναι μάλιστα, ἐπειδὴ καὶ χωρὶς διορισμοῦ περὶ τῶν δὶς ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰς μὲν γὰρ ὁρῶ κενώσεως ἕνεκεν ἐμοῦντας, ὥσπερ καὶ νηστεύοντας ἄλλους ἐν τῷ μηνὶ μίαν ἡμέραν. ἐνίους δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γα- στρὶ χυμὸν ἢ γλίσχρον ἢ παχὺν ἐκκαθᾶραι, κωλύει δ᾿ οὐ- δὲν ἀμφότερα ἐκ διαλείμματος αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆς ἡμέ- ραις δύο.