Ancient Greek · ~3 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.24
Not analysed yet
Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ. καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακό- τητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας. Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν. ἔχει δὲ ἀντιλο- γίαν ἡ δόξα τἀνδρός. εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς γυ- ναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρα- νεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν αὐταῖς ἐστι, φυλάττειν αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα. καὶ γὰρ καὶ τούτοις ξηροτέροις μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν ἐστίν. ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον προέλθωσι, τότ᾿ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων.