Ancient Greek · ~2 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.26
Not analysed yet
Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. ὁκόσοι δ᾿ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν. οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα. Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰα- τροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί. λέγω δ᾿ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι᾿ ἣν ὧδέ πως ἐκέ- λευσε πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος.