# In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 1

Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838), Fragment 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-platonis-timaeum-commentarii-fragmenta-e-cod-paris-gr-2838/1

76d3——e6. <Τὸ δ' ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τε, συμμειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμα, τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένον. ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡμᾶς, καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσιν. τούτῳ δὲ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐπ' ἄκροις τοῖς κώλοις ἔφυσαν.> ..... προτεταγμένοις μορίοις, τὸ δέρμα δὲ οὕτως περιλαμβάνει τὰς ῥίζας, ὡς τοὺς ὀδόντας <τὰ> οὖλα. καὶ μέντοι καὶ ταῖς ὑποκειμέναις φλεψὶν ὑπερφύονται σαφῶς οἱ ὄνυχες, ὥστε ἔνεστι τῷ βουλομένῳ μὴ μόνον <ἐξ> ὀστοῦ καὶ νεύρου καὶ δέρματος, ἀλλὰ καὶ σαρκὸς καὶ φλεβὸς ὑμένων τε καὶ συνδέσμων οἴεσθαι γεγονέναι τοὺς ὄνυχας. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς.

---

Galenus Med., In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg005.local001/.
