# In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 10

Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838), Fragment 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-platonis-timaeum-commentarii-fragmenta-e-cod-paris-gr-2838/10

78b4s. Διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχοντος. Νενοημένου σοι τοῦ τῶν ἁλιέων κύρτου, ὅπερ ἐστὶ πλέγμα ἁπλοῦν, νόησον ἐν αὐτῷ περιεχόμενον ὅμοιον μὲν τῷ μεγάλῳ, μικρὸν δὲ [οἷον ἐκεῖνο] κύρτον <ἄλλον, τὸ καλούμενον ἐγκύρτιον>, ὅπερ ἐστὶ πλέγμα διὰ σχοίνων οἷον [περ] <ἐκεῖνο> τὸ ὅλον, ἐκ τῆς τοῦ μεγάλου κύρτου βάσεως ἀνατεινόμενον, κοινὴν μὲν ἔχον τὴν βάσιν αὐτῷ, τὸ δὲ στόμιον οὐκ εἰς ἴσον ὕψος ἀνῆκον τῷ περιέχοντι κύρτῳ, ἀλλὰ κατωτέρω πολὺ παυόμενον αὐτοῦ. εἰ δή σοι νενόηται τὸ ἁπλοῦν ἐγκύρτιον τοῦτο, ἤδη ῥᾴδιον νοῆσαι καὶ τὸ διπλοῦν· ὁποῖον γάρ ἐστι τοῦτο ὃ διηγησάμην, τοιοῦτο καὶ ἄλλο περιεχόμενον ἐν τῷ μεγάλῳ κύρτῳ προσυπόθου· κἀπειδὰν καὶ τοῦτο <νοήσῃς, ἐπ' αὐτῷ> νόησον ἀνατεινόμενον ἀφ' ἑκατέρου τῶν ἐγκυρτίων πλέγμα τι πρόμηκες ἄχρι τοῦ στομίου τοῦ μεγάλου κύρτου, ὡς ἐσχίσθαι δίχα τὴν εἰς τὸν μέγαν κύρτον εἴσοδον τοῖς ἰχθύσι, τῶν μὲν κατὰ θάτερον στόμιον, τῶν δὲ κατὰ θάτερον εἰσιόντων· συμβήσεται γὰρ οὕτως καίτοι διειργομένους ἀλλήλων ὅμως ἑνὶ λέγεσθαι περιέχεσθαι κύρτῳ τῷ μεγάλῳ, καθάπερ γε καὶ καθ' ἕτερον οὔκ, ἐν ἑνί γε τῶν σμικρῶν ὄντας κύρτων, οὓς ἐγκύρτια κέκληκεν.

---

Galenus Med., In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg005.local001/.
