Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.138
Not analysed yet
σικυώνης σπόγγον: κολοκυνθίδος τὸ ἔνδον. σιπύϊδα: πυξίδα, δηλοῖ δὲ ἄλλως τοὔνομα καὶ κεραμεοῦν τι σκεῦος εἰς ὃ ἄλφιτον ἐμβάλλεται. σινόμωρα: τὰ κακοήθη. σιραίῳ: τῷ γλυκεῖ ἑψήματι. σικανός: πονήρευμα ἐνεδρευτικὸν, αἴτιον κεκρυμμένον. σκαφίδα: Ἀττικοὶ μὲν τὴν ποιμενικὴν σκάφην, καθώς που λέγουσι, γαυλοί τε σκαφίδες τε τετυγμένα τοῖσιν ἄμελγεν. Ἱπποκράτης δὲ τὴν θαλασσίαν κόγχην τὴν παραμηκεστέραν, ἣν πολλοὶ μύακα προσαγορεύουσι. σκεθρῇ: ἀκριβεῖ. σκολιφρός: ξηρὸς, προσεσταλμένος. σκεπαρνηδόν: ἐκκεκλασμένως· καὶ γὰρ ὁ σκέπαρνος αὐτὸς ἐπίδεσμος, ἀπὸ τῶν τεκτονικῶν ὠνομάσθαι σκεπάρνων δοκεῖ. σκῆμψις: ἀπόσκημψις ἐν τῷ ἕκτω τῶν ἐπιδημιῶν. σκιαυγεῖ: ἀμβλυώττει. σκιμπέσθω: κατακλειέσθω.