Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.151
Not analysed yet
φήρεα: αἱ περιμήκεις ὑπὸ τὰ ὦτα ἀδενώδεις ἐξοχαὶ, οἵας καὶ οἱ σάτυροι ἔχουσιν. ἔνιοι δὲ καὶ φῆρες καὶ θῆρες καλοῦνται, ἵν' ᾖ οἷον φηρεακτικῶς εἰρημένον. φθίνει: δηλοῖ συντήκεται, ἰχναίνεται, μειοῦται, ἀτροφεῖ. φθόεις: τροχίσκους. φιάρην: λαμπρὸν ὑπὸ ὑγρότητος. φιβάλιος: εἶδος συκῆς. φιλεταίριος: ἣν καὶ ἀπαρίνην ὀνομάζουσι. φιλίστιον: τὸ αὐτὸ καὶ τοῦτο ἔοικεν εἶναι τῇ ἀπαρίνῃ καὶ φιλεταιρίῳ. φλάζουσιν: ἀσαφῶς καὶ ἀδιαρθρώτως φθέγγονται, πεποίηται τοὔνομα. φλεβοτομίαν: οὐ μόνον τοῦ συνήθους τοῦτο, ἀλλὰ καὶ τὴν ἄλλην ὁπωσοῦν διῃρημένην τῶν φλεβῶν κένωσιν τοῦ αἵματος καὶ τὸ φλεβοτομηθῆναι ὡσαύτως. φλέγμα: οὐ μόνον τὸν χυμὸν τοῦτον τὸν λευκὸν καὶ ψυχρὸν, ἀλλὰ καὶ τὴν φλόγωσιν δηλοῖ.