Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.156
Not analysed yet
Ψ. Ψάγδας: εἶδός τι μύρου. ψαίρειν: ἐννήχεσθαι, προσψαύειν. ψαιστὴν μᾶζαν: τὴν ἐν μέλιτι καὶ ἐλαίῳ πεφυραμένην, ὅτι καὶ τὰ ψαιστὰ οὕτως δεύεται. ψαφαρόν: ψαθυρόν. ψέφαρα: ψοφοειδῆ μελανειδοῦντα, ψέφος γὰρ τὸ σκότος. ψόφου καθαπτόμενοι: ψόφου ῥᾳδίως αἰσθανόμενοι καὶ μέντοι καὶ πτοούμενοι ὡσεὶ καὶ ψοφώδεις ἔλεγεν. Ω. Ὤδει ἐπὶ τοῦ κακοῦ: Ἀρκεσιλάῳ δὲ καὶ κακὸν ᾤδει, δηλονότι χωρὶς τοῦ ι γράφεται οὐχ, ὡς τὸ μετ' αὐτὸ σὺν τῷ ι. ᾠδεῖ: οἰδαίνει, δῆλον δὲ ὡς σὺν τῷ ι τοῦτο γράφεται, ὅτι καὶ τὸ οἰδεῖν. ὠμήλυσιν: τὰ ἀπὸ τῶν ἀφρύκτων κριθῶν ἄλφιτά τε καὶ ἄλευρα· τὸ γὰρ οἷον ὠμὸν ἄλευρον κυρίως φασὶν ὠμή-