Ancient Greek
Volume 19
Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.63
Not analysed yet
τοίνυν τῶν ὀνομάτων ἐν μὲν τοῖς πάλαι χρόνοις ἦν συνήθη, νυνὶ δ' οὐκέτι ἐστὶ, τὰ μὲν τοιαῦτα γλώττας καλοῦσι καὶ ταύτας ἐξηγησάμενος ἔρχομαι, τὰ δὲ ἄλλα πάντα ὅσα ζητήσεως μὲν οὐχ ἥττονος προσδεῖται, συνήθη δέ ἐστιν εἰς τάδε κατὰ τὰς τῶν συγγραμμάτων αὐτῶν ἐξηγήσεις ἄμεινον ἐπισκοπεῖσθαι. τίς γὰρ ἡ κρίσις καὶ τί τὸ θεῖον καὶ τί τὸ ἀρτίως καὶ τίς ἡ ἐπ' ἄκρον εὐεξία καὶ πάνθ' ὅσα τοιαῦτα λόγου μὲν παμμήκους εἰς ἐξήγησιν δεῖται, συνήθη δέ ἐστιν οὐδὲν ἧττον ἢ βίος καὶ βραχὺς καὶ τέχνη καὶ μακρὰ καὶ καιρὸς καὶ ὀξὺς καίτοι καὶ τούτων ἔνια δεῖταί τινος ἐξηγήσεως· ὅθεν ἔμοιγε καὶ θαυμάζειν ἐπῆλθε τῶν ἅπασαν ἐξηγεῖσθαι τὴν Ἱπποκράτους λέξιν ἐπαγγειλαμένων, εἰ μὴ συνίασιν ὅτι πλείω παραλείπουσιν ὧν διδάσκουσι. πολλὰ γοῦν βιβλία Διοσκουρίδης γράψας, οὐχ ὁ ἐπικληθεὶς Φακᾶς, ὁ Ἡροφίλειος, ἀλλ' ὁ νεώτερος ὁ κατὰ πατέρας ἡμῶν οὐχ ὅπως τὸ ἥμισυ μέρος, ἀλλ' οὐδὲ τὸ τρίτον ἢ τέταρτον ἐξη-