# Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.64

Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/linguarum-seu-dictionum-exoletarum-hippocratis-explicatio/19.64

γήσατο τῆς ὅλης λέξεως· τούτῳ μέν γε πρὸς τοῖς ἄλλοις καὶ δύο ταῦτα ἐξ ἐπιμέτρου καθ' ὅλον πεπλημμέληται τὸν λόγον· ὀνομάτων τε σαφεστάτων μνημονεύειν μὴ ὅτι πολλῆς, ἀλλὰ μηδὲ ἐλαχίστης ἐξηγήσεως δεομένων καὶ τούτων αὐτῶν πλεονάκις. ταῦτά τε οὖν ἡμεῖς περιίδομεν καὶ πρὸς τούτοις ἔτι τὸ διηγεῖσθαι τὴν ἰδέαν ἑκάστου φυτοῦ καὶ βοτάνης καὶ τῶν μεταλλευομένων· ἤδη δὲ καὶ τῶν ἰχθύων καὶ τῶν ζώων ὅλων ὅσων ἂν ἑκάστοτε τύχῃ μεμνημένος ὁ Ἱπποκράτης, ἅπερ ὁ Διοσκουρίδης οὐκ αἰδεῖται μεταγράφων ἐκ τῶν Νίγρου τε καὶ Παμφίλου καὶ Διοσκουρίδους τοῦ Ἀναζαρβέως καὶ πρὸ τούτων Κρατεύα τε καὶ Θεοφράστου καὶ Ἡρακλείδου τοῦ Ταραντίνου καὶ ἄλλων μυρίων· οὕτως δὲ καὶ πόλεων ὀνόματα διηγεῖται γνωριμωτάτων καὶ ἄστρων ὁμοίως ἐπιφανεστάτων, ἃ μηδὲ ἂν παῖς ἀγνοήσειε· ταῦτα δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἐξηγησαμένων ἁμαρτάνουσιν. εἰ τοίνυν ταῦτά τις περιέλοι πάντα, τὰς γλώττας ἂν

---

Galenus Med., Linguarum seu dictionum exoletarum Hippocratis explicatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg106.local001/.
