# Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.65

Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/linguarum-seu-dictionum-exoletarum-hippocratis-explicatio/19.65

ἐξηγήσατο μόνας, ὥσπερ ὁ Ἡρόφιλος ἐποίησε καὶ Βακχεῖος, Ἀριστάρχου τοῦ γραμματικοῦ τὸ πλῆθος αὐτῷ τῶν παραδειγμάτων ἀθροίσαντος, ὥς φασιν. ἡμεῖς δὲ, ὡς οἶσθα, πλείω κἀκείνων ἐκλείψαντες ἐν ὑπομνήμασιν ἔχομεν· ἃ τάχα ἂν εἰ βουληθείης, καὶ αὐτὰ διὰ μακροτέρας διεξόδου συνθείημέν σοι. νυνὶ δὲ τὸ κεκριμένον καὶ δι' ἐκείνων τῶν μακρῶν ὑπομνημάτων ἀποδεδειγμένον ἀξιώσαντί σοι διὰ κεφαλαίων ἔχειν ὁ λόγος ὅδε σύγκειται περιέχων οὐ μόνον ὅσα τοῖς ἄλλοις παλαιοῖς ὑπάρχοντα συνήθη τῶν ὀνομάτων οὐκέτι ἐστὶν ἐν ἔθει νῦν, ἀλλὰ καὶ ὅσα κατά τινα τρόπον ἴδιον αὐτὸς ἐποίησεν ὁ Ἱπποκράτης ἢ μετενεγκὼν ἀπὸ τοῦ συνήθους ἢ σχῆμα περιθεὶς ἕτερον ἢ τὸ σημαῖνον ὑπαλλάξας. ὅτι γὰρ ἐποίουν οἱ παλαιοὶ πολλὰ τῶν ὀνομάτων αὑτοῖς δέδεικται μὲν ἱκανῶς καὶ πρὸς Ἐρατοσθένους ἐν τοῖς περὶ ἀρχαίας κωμῳδίας, δείξαιμι δὲ ἄν σοι κἀγὼ νῦν διὰ βραχέων, ἐπὶ παραδειγμάτων ὀλίγων ὑπὲρ τοῦ γινώσκειν ἐναργέστερον, οἷον μέν τι ἡ γλῶττά ἐστιν, οἷον δέ τι καὶ τὸ παραπλήσιον αὐτῇ, τὸ γεγονὸς ὑπό τινος τῶν

---

Galenus Med., Linguarum seu dictionum exoletarum Hippocratis explicatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg106.local001/.
