# Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.68

Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/linguarum-seu-dictionum-exoletarum-hippocratis-explicatio/19.68

εἴη καὶ τοῦτό σοι ἐν ταῖς γλώτταις ἐξηγησόμεθα καὶ καθόλου στοχασόμεθα, ὡς μή σοι μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς τὰ πρῶτα γράμματα μεμαθηκόσι χρήσιμόν ἐστι τὸ βιβλίον· εἰ δέ τις οὐκ οἶδε τί ποτ' ἐστὶν, ἀνερήσομεν καὶ ἀπὸ πρόσω καὶ ἄμφω καὶ ἀμφίεσμα καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, πρὸς Διοσκουρίδην τε καὶ τοὺς ὁμοίους ἀποπέμψομεν, ὡς ἂν οὐκ ἀξιοῦντας οὐδὲ ταῦτα ἐκδιδάσκειν. διωρισμένου δὴ σαφῶς τί μέν ἐστι γλῶττα, τί δὲ λέξις, εἰρημένου δὲ ὅτι καὶ χωρὶς ἀποδείξεως αὐτὸ μόνον ἠξίωσα γραφῆναί σοι, τὸ κεκριμένον τε καὶ ἀποδεδειγμένον ἡμῖν ἐν ἑτέροις, ἐπὶ τὴν ἐξήγησιν ἤδη τῶν γλωττῶν ἀφιξόμεθα, πάντων τῶν Ἱπποκράτει ἐπιγεγραμμένων βιβλίων ἐκλέγοντες αὐτὰς, οὐκ ἐκ τῶν γνησίων μόνον· ὅτι δὲ πολλαὶ τῶν Βακχείῳ παραλελειμμένων ἐνταῦθά εἰσι γεγραμμέναι καὶ ὅτι μηδεμίαν ἡμεῖς γλῶτταν παρελίπομεν, αὐτὸ διδάξει τὸ βιβλίον, ὥσπερ καὶ ὅτι κατὰ τὴν χρείαν τοῦ λόγου ποτὲ μὲν παραγράφομεν αὐτὴν τὴν ῥῆσιν ἐξ ἧς ἂν ἐξηγησώμεθα τὴν γλῶτταν,

---

Galenus Med., Linguarum seu dictionum exoletarum Hippocratis explicatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg106.local001/.
