# Linguarum seu dictionum exoletarum Hippocratis explicatio 19.83

Galen, Linguarum seu dictionum exoletarum Hippocratis explicatio, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/linguarum-seu-dictionum-exoletarum-hippocratis-explicatio/19.83

ἔφη ὅτι καὶ πᾶν τὸ ἐναντίον δηλοῖ, ὡς ἐν τῷ περὶ διαίτης ὀξέων, ἐν οἷς φησι· καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπαρτίως ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν εἰς τὰ ῥοφήματα· ἐμοὶ δὲ καὶ ταύτῃ δοκεῖ τὸ ἀπηρτισμένως τε καὶ ἀκριβῶς δηλοῦν· τῷ δὲ καὶ οἱ Ἀττικοὶ τὸν αὐτὸν τρόπον χρῶνται τῷ ὀνόματι· μυρία δὲ παραδείγματα διὰ τῶν σμικρῶν ὑπομνημάτων ἔχεις. ἀπεβράσσετο: ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν οὕτως Διοσκουρίδης γράφει, καί φησιν αὐτὸς δηλοῦσθαι τῷ ἀπεβράσσετο τὸ ἀπεβήσσετο, τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπεβήσσετο γραφόντων· ὁ γάρ τοι Διοσκουρίδης οὗτος καὶ ὁ Ἀρτεμίδωρος καὶ ὁ ἐπικληθεὶς Καπίτων ἐκ τοῦ συνήθους τοῖς ἄλλοις ὀνόματα πολλὰ μετεκόμισαν, οὐδὲν ἀλλοιότερον δηλοῦντα τῆς ἀρχαίας γραφῆς, ὧν ἀνάγκην ἔχομεν καὶ ἡμεῖς μνημονεύειν. ἀπιλλήθη: συνεκλείσθη, ἴλλειν γὰρ τὸ συγκλείειν. ἀπερχθῇ: ἀποκλεισθῇ. ἀπόγονα: τὰ γόνιμα, ἔνιοι δὲ ἤκουσαν τὰ ἄγονα.

---

Galenus Med., Linguarum seu dictionum exoletarum Hippocratis explicatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg106.local001/.
