# Quod qualitates incorporeae sint 19.470

Galen, Quod qualitates incorporeae sint, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quod-qualitates-incorporeae-sint/19.470

σῶμα τοῦ μήλου σῶμά ἐστι καὶ τὸ σχῆμα καὶ ἡ χρόα καὶ ἡ ὀσμὴ καὶ ὁ πρὸς γεῦσιν χυμὸς καὶ ἕκαστον τούτων ἐπ' ἄπειρον τέμνεται, μόνον οὐκ ἐξ ἀπείρων <τμημάτων τὸ> μῆλον ἔσται συνεστηκός, ὧν ἕκαστον καὶ στρογγύλον ἔσται παραπλησίως ὅλῳ τῷ μήλῳ, εἴ γε ταὐτοῦ κεκοινώνηκε σχήματος, καὶ ὠχρὸν καὶ γλυκὺ φέρε ἢ αὐστηρὸν καὶ τοιοῦτόν τι πρὸς ὄσφρησιν· καὶ πάλιν ἕκαστον τῶν ἀπείρων τμημάτων μῆλον ἔσται, εἰ πάντα ταῦτ' ἔχει. ἐξ ἀπείρων οὖν σωμάτων, μᾶλλον δὲ μήλων τὸ ὀφθαλμοφανὲς μῆλον ἔσται συνεστηκός, ὅπερ γελοῖόν γε πολλαχῶς, ἀτὰρ δὴ καὶ τὸ τῶν τμημάτων ἕκαστον οὐκ ἔχον τὴν στρογγυλότητα μηκέτ' εἶναι μῆλον, μήλου δὲ μέρος· μετὰ γὰρ τοῦ στρογγύλου φέρε σχήματος ἦν τὸ μῆλον. εἰ δὲ ἓν μῆλον μόνον ἐστὶν ἐκ μιᾶς μὲν οὐσίας σωματικῆς, πολλῶν δὲ καὶ διαφόρων συμβεβηκότων συνεστηκός, οὐκ ἔστι τούτων δῆλον ὡς οὐδὲν σῶμα. πότερόν τε τούτων ἕκαστον ἴδιον ἐπέχει τόπον ἢ πάντα τὸν αὐτόν; εἰ μὲν γὰρ ἴδιον, οὔτε συμμεταλαμβάνει δῆλον ὡς τῆς ἀλλήλων ἰδιότητος καὶ ποιότητος οὔτε μῆλόν ἐστιν ἐσχηματισμένον |

---

Galenus Med., Quod qualitates incorporeae sint. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg111.local001/.
