# Quod qualitates incorporeae sint 19.471

Galen, Quod qualitates incorporeae sint, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quod-qualitates-incorporeae-sint/19.471

στρογγύλον καὶ κεχρωσμένον ὠχρότητι καὶ πεποιωμένον κατὰ γεῦσιν ὧδέ πως καὶ κατ' ὄσφρησιν οὕτως. εἰ δ' ἅμα πάντ' ἐστὶ καὶ ἕνα κατέχει τόπον, σύγχυσίς ἐστι τῶν ἰδιωμάτων καθάπερ ἐπὶ τῶν συνθέτων καὶ ἐκ πλειόνων καὶ διαφόρων ὑλῶν μεμιγμένων φαρμάκων, ἐφ' ὧν ἡ ἑκάστης τῶν μιγνυμένων ὑλῶν ἰδιότης καὶ ποιότης εἰλικρινὴς οὐ σῴζεται, ἓν δέ τι γίγνεται παρ' ἑκά<στην ἕ>τερον. οὔκουν εἰλικρινής ἐστι γνῶσις ἑκάστου ὡς εἰπεῖν εἴδους, <ὅτι> τουτὶ τὸ στρογγύλον σχῆμα τοῦ μήλου καὶ τουτὶ τὸ χρῶμα καὶ τῶν ἄλλων συμβεβηκότων ἕκαστον, ἔτι δὲ μᾶλλον, εἰ μὴ παραθετικῶς ἀλλήλων ἅπτεται ταῦτα τὰ μόρια, ἀλλὰ ὅλα δι' ὅλων μέμικται, ἡ ἑκάστου ἰδία ποιότης ἀπόλλυται. ἀλλ' οὐδὲ μῖξιν ἔστιν εἰπεῖν ταύτην κυρίως· πῶς γὰρ ὧν καθ' ἑαυτάς τινες ἰδιότητες οὔκ εἰσιν ἐγνωσμέναι καὶ κατειλημμέναι, ταῦτ' ἔστι φάναι μεμῖχθαι; ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βρα|

---

Galenus Med., Quod qualitates incorporeae sint. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg111.local001/.
