# Quod qualitates incorporeae sint 19.474

Galen, Quod qualitates incorporeae sint, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quod-qualitates-incorporeae-sint/19.474

μετὰ ποίας αἰτίας τότε <αὐτὴν ἐπ>άγουσι; καὶ εἴτε διὰ σώματος, ἄτοπον· σῶμα γὰρ διὰ σώματος χωρεῖν ἀδιανόητον, εἰ ἐπιστήσειέ τις τὴν ἀντιτυπίαν, <ὅτι> ἐστὶν ἴδιον σώματος, ὡς ὁ περὶ αὐτοῦ διδάσκει λόγος, προηγουμένως· εἴτε διὰ κενοῦ, ὅτι τε μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοί, καὶ διότι δὲ σῶμα οὖσαν τὴν στρογγυλότητα καὶ τὰ λοιπὰ δέον ἔχειν συμβεβηκότα καὶ σχῆμα, ὃ καὶ αὐτὸ πάλιν ἐξ ἑτέρου δῆλον ὡς [εἰ] σωματικοῦ συνεστὸς ἔσται σχήματος κἀκεῖνο ἐξ ἄλλου καὶ τοῦτ' εἰς ἄπειρον. καὶ εἴτε ἐκ στρογγύλων τῶν ἐπ' ἄπειρον τεμνομένων σχημάτων τὸ ἀθρόον τοῦτο κατὰ ὄψιν τὴν ἡμετέραν ἀποτετελεσμένον στρογγύλον συνέστηκε, σκόπει τὸν μῦθον καὶ πόσα τῷδε τῷ πλάσματι παρακολουθεῖ τὰ ἄπορα· εἴτε μὴ ἐκ στρογγύλων, πῶς ἐξ αὐτῶν γένηταί τι στρογγύλον; γελοῖον δὲ καὶ τὸ λέγειν εἰς στρογγύλα σχήματα τὸ στρογγύλον σχῆμα τέμνεσθαι ἀντιμαρτυρούσης <τῆς αἰσθήσεως, ὅτι οὔτε τὸ στρογγύλον εἰς στρογγύλα> τέμνεται οὔτε τὸ τετράγωνον εἰς τετράγωνα. τί δ' ἐπὶ τοῦ παρ' ἀκαρὲς μετασχηματισμοῦ κηροῦ φήσουσι; πότερον ἀντιπαραχωροῦσιν ἀλλήλαις ἅμα νοήματι αἱ τῶν διαφόρων |

---

Galenus Med., Quod qualitates incorporeae sint. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg111.local001/.
