Ancient Greek · ~4 min
Volume 19
Galen, Quod qualitates incorporeae sint 19.475
Not analysed yet
σωμάτων σχηματότητες; καὶ πῶς οὐ γελοῖον καθάπερ ἐμψύχους καὶ λογικὰς οὐσίας ἐξίστασθαι καὶ παραχωρεῖν ἀλλήλαις ὡς ἐκ συνθήματος; καὶ μᾶλλον ἄπορον ἔτι γίγνεται τὸ λεγόμενον, εἰ ἐκτείναιμεν ἅμα νοήματι τοὺς δακτύλους καὶ συστέλλοιμεν. εἰ γὰρ μὴ συμβεβηκός ἐστιν ἡ πυγμὴ μηδ' ἡ ἔκτασις, ἀλλὰ σώματα, ἀπείρους ἅμα σωματικὰς σχηματότητας χρὴ λέγειν ἀφίστασθαι καὶ παραγίγνεσθαι· κἂν δύο δὲ μόνας εἶναι φήσῃς καὶ μὴ ἰσαρίθμους ταῖς ἐκτάσεσι καὶ συστολαῖς, ἔτι ποικίλως ἐστὶν ἄπορον τὸ λεγόμενον, ἔτι δὲ μᾶλλον ἀπορώτερον, εἰ μηδὲ παραγίγνονται αἱ τῆς συστολῆς καὶ ἐκτάσεως σχηματότητες, ἀλλ' ἑτέρα ἐφ' ἑτέρᾳ τῆς χειρὸς ἀπορρέουσιν. ἐχρῆν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸν ὀρχηστὴν διαπεφορῆσθαι, ἄλλων ἐπ' ἄλλοις ἀλήκτως ἀπ' αὐτοῦ σωμάτων ἀποχωρούντων. ἐπὶ δὲ τούτου <τί> φήσουσιν; εἴ γε μὲν ἀΐδια τῆς οἰνότητος ἀποτελεστικὰ σώματα, πῶς ὄξος γίγνεται; πῶς δὲ ἀπέπτατο, ποῦ δὲ οἴχεται, καὶ πόθεν ἥκει τὰ τῆς τοῦ ὄξους ποιότητος ἀποτελεστικὰ σώματα; εἰ δ' ἐνυπῆρχε τῷ οἴνῳ καὶ τέως, πῶς ἦν οἶνος, |