# Quod qualitates incorporeae sint 19.476

Galen, Quod qualitates incorporeae sint, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quod-qualitates-incorporeae-sint/19.476

ἀλλ' οὐκ ὄξος ἢ μέση τις ἐξ ἀμφοῖν τρίτη ποιότης οὔτε οἶνος οὖσα οὔτε ὄξος, εἴτε κατὰ μῖξίν ἐστιν ἡ κρᾶσις εἴτε κατὰ παράθεσιν; Πρὸς <δ'> οἷς ἔφην ἀτόποις οὐδ' ἑνουμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν, ἐκ πολλῶν δὲ καὶ ποικίλων καὶ διαφόρων καὶ ἐναντίων καὶ ἀπείρων ἢ μόνον οὐκ ἀπείρων κατ' ἀριθμὸν συγκρίσεων συνεστηκυῖαν καὶ εἰς ἀπείρους πάλιν συγκρίσεις τεμνομένην τὴν μίαν τήνδε τινὰ τὴν ὁρωμένην φέρε τοῦ μήλου φύσιν. ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, δηλαδὴ πάντως ὑπῆρχε βάρος <καὶ πέρας>, ἅπερ φασὶν εἶναι σώματα· πῶς <δ'> ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ' οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο· ἄτοπον γάρ ἐστιν |

---

Galenus Med., Quod qualitates incorporeae sint. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg111.local001/.
