# Quomodo morborum simulantes sint deprehendendi 19.3

Galen, Quomodo morborum simulantes sint deprehendendi, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quomodo-morborum-simulantes-sint-deprehendendi/19.3

ἐκέ|λευσε, πλὴν οὐκ ἐδεῖτό μου λιπαρῶς βοηθεῖν αὑτῷ καίτοι φοβερώτατος ἔμπροσθεν ὢν ἐπὶ τοῖς μικροτέροις. καὶ ἠπίστατο μὲν πρὸ ἡμερῶν ὀλίγων ὀδυνώμενόν τινα κωλικῶς, εἶτα πιόντα τοῦ Φιλωνείου φαρμάκου γενόμενον ἀνώδυνον, ὅπερ ᾔτησέ με πάντως, εἴπερ ὠδυνᾶτο. τούτῳ δ' ἐμαρτύρησε καὶ τὰ μετὰ ταῦτα· παυσαμένης τῆς ἐκκλησίας ἐπαύσατο κεκραγώς, ὡς οὐκ ἔτι ὀδυνώμενος. καὶ μέντοι καὶ ἡ προηγησαμένη δίαιτα τοιαύτη τις ἦν, ὡς μὴ δύνασθαι κωλικὴν ἐν αὐτῇ συστῆναι διάθεσιν. ἐξ ἀπεψιῶν γὰρ καὶ ψύξεων εἴωθε γίνεσθαι τὰ τοιαῦτα παθήματα, τῷ δὲ οὐδὲν τοιοῦτον προηγήσατο. τὸ μὲν οὖν γνῶναι τὰ παθήματα μὴ κατὰ λόγον εἶναι τῆς ἔμπροσθεν διαίτης ἰατρικῆς ἐμπειρίας ἔργον ἐστί, τὸ δ' ὑπονοῆσαι διὰ τὴν ἐκκλησίαν αὐτὸν οὕτω πλάσασθαι οὐκέτι τῆς ἰατρικῆς ἴδιον, ἀλλὰ τοῦ καλουμένου κοινοῦ λόγου, ὃν καίτοι κοινὸν <ὄντα> πᾶσιν ὀλίγοι τέλεον ἔχουσιν, ὡς εὐπορεῖν ἐφ' ἑκάστῳ πράγματι |

---

Galenus Med., Quomodo morborum simulantes sint deprehendendi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg115.local001/.
