Ancient Greek
Volume 19
Galen, Quomodo morborum simulantes sint deprehendendi 19.4
Not analysed yet
τῶν ποιητέων καὶ λεκτέων. ἀναμνηστέον δὲ τῶν εἰρημένων ὡς ἐμπειρία μετὰ τῆς εὐπορίας εὑρίσκει μὲν καὶ τοὺς ἄλλα τινὰ πλαττομένους, εὑρίσκει δὲ καὶ τοὺς ἀλγεῖν προσποιουμένους σφοδρῶς. ἐφ' ἑτέρου γοῦν αὖθις φάσκοντος ὀδυνᾶσθαι σφοδρότατα γόνυ—δοῦλος ἦν οὗτος τῶν παρατρεχόντων ἐν ταῖς ὁδοῖς τῷ δεσπότῃ—τὸ προσποιητὸν τῆς ὀδύνης ἐφώρασα, τὴν μὲν ὑπόνοιαν λαβὼν ἔκ τε τοῦ τὸν δεσπότην αὐτοῦ κατ' ἐκείνην τὴν ἡμέραν ἐξορμᾶν καὶ τοῦ ἤθους τοῦ νεανίσκου—τοιοῦτος γὰρ ἦν οἷος καὶ ψεύσασθαι τὰ τοιαῦτα— καὶ μὴν καί τινος τῶν μὴ φιλούντων αὐτὸν ὁμοδούλων ἐρόμενος, εἴ τις ἐρωτικὴ συνήθεια πρός τι γύναιον ἦν τῷ νεανίσκῳ, δι' ἣν εἰκὸς ἦν αὐτὸν εἰς ἀποδημίαν μακροτέραν κατὰ χώραν τοῦ δεσπότου στελλομένου θελῆσαι μεῖναι· καὶ ἦν οὕτως ἔχον. ἔξωθεν μὲν οὖν εὐπορεῖτο ταῦτα· κατὰ δὲ αὐτὸ τὸ γόνυ μέγιστος ἦν ὄγκος ἰδιώτην ἐκπλῆξαι δυνάμενος, ἐμπείρῳ δὲ τοῦ πράγματος ἐναργῶς φαινόμενος |