# Quomodo morborum simulantes sint deprehendendi 19.5

Galen, Quomodo morborum simulantes sint deprehendendi, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quomodo-morborum-simulantes-sint-deprehendendi/19.5

ὑπὸ θαψίας γεγενημένος. τοῦτο δὴ τῆς ἰατρικῆς ἐμπειρίας ἔργον ἐστίν, οὐκ ἐκ τῶν ἔξωθεν εὐπορουμένων. [ἐκ] τῆς αὐτῆς ἐμπειρίας καὶ τὸ μηδὲν αὐτῷ προηγήσασθαι τῶν τοιοῦτον ὄγκον ἐξαίφνης ἐργάσασθαι δυναμένων. οὔτε γὰρ ἐδεδραμήκει πλέον τοῦ δέοντος οὔτ' ἐπλήγη πρός τινος οὔθ' ἁλλόμενος [ἢ ἀναπηδῶν] τάφρον ἐπεπόνθει, πληθώρας τε σημεῖον οὐδὲν ἦν αὐτῷ πρὸς τῷ οὐδὲν διῃτῆσθαι πρόσθεν ἀργῶς καὶ πλησμονωδῶς. ἀλλὰ καὶ τὸ τῆς ὀδύνης εἶδος ἐρωτῶσιν ἡμῖν, ὁποῖόν ἐστιν, οὐκ εὐθέως οὐδ' ἑτοίμως οὐδ' ἑαυτῷ συμφώνως ἀπεκρίνατο. καὶ τοίνυν ἐξελθόντος τοῦ δεσπότου φάρμακον ἐπιθεὶς οὐδὲν μὲν ἀνώδυνον ἔχον, ψῦξαι δὲ τὴν ἀπὸ θαψίας ποι<ουμένην θερμ>ότητα δυνάμενον, μετὰ μίαν ὥραν ἔσχον ὁμολογοῦντα τελέως ἀνώδυνον εἶναι. ὅπερ, εἴπερ ἦν ὄντως ἄλγημα διὰ φλεγμονήν, οὐ μόνον οὐκ ἂν ἐπαύσατο διὰ φαρμάκου ψύχοντος, ἀλλὰ καὶ σφοδρότερον ἂν ἐγένετο. εὔδηλον οὖν ἤδη, πῶς τὰ τῆς ἰατρικῆς ἐμπειρίας μιγνύμενα τοῖς |

---

Galenus Med., Quomodo morborum simulantes sint deprehendendi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg115.local001/.
