# Quomodo morborum simulantes sint deprehendendi 19.6

Galen, Quomodo morborum simulantes sint deprehendendi, Volume 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quomodo-morborum-simulantes-sint-deprehendendi/19.6

εὐπορουμένοις λογικῶς—ὅπερ ταὐτόν ἐστι τῷ «τοῖς ὑπονοουμένοις»—εἰς διάγνωσιν ὀδύνης ἰσχυρᾶς ἐστιν ἐπιτήδεια. δύναται δέ τις καὶ τὴν εὐφορίαν γνώρισμα τίθεσθαι τοῦ μὴ σφοδρῶς ὀδυνᾶσθαι· γίνεταί γ' ἀμέλει καὶ τοῦτο πολλάκις, οὐκ ἐννοησάντων τῶν προσποιουμένων ὀδυνᾶσθαι σφοδρῶς μεταρρίπτειν ἑαυτοὺς ἄλλοτε εἰς ἄλλο σχῆμα δυσφοροῦντας δῆθεν ἐπὶ τῷ μεγέθει τῆς ὀδύνης. ἔτι δὲ ἐὰν μὲν σφοδρῶς ὀδυνῶνται, πᾶν ὑπομένειν ἕτοιμοι γίνονται βοήθημα, καὶ πρότερον αὐτοὶ παρακαλοῦσι τοὺς ἰατρούς, ὅ τί περ ἂν βουληθεῖεν, πράττειν ἕνεκα τοῦ θεραπευθῆναι τὸ πάθος. ἐὰν δὲ μετρίως ἢ μηδ' ὅλως ὀδυνῶνται, τὰ τοιαῦτα τῶν βοηθημάτων ἀποδιδράσκουσιν οὔτ' ἀσιτίας μακρὰς ὑπομένοντες οὔτε δριμέων φαρμάκων προσαγωγήν, ἃ χρὴ λέγειν ἡμᾶς αὐτοῖς ὡς ἰασόμενα μόνα τὰς τοιαύτας διαθέσεις, ἡνίκα φασὶν ὀδυνᾶσθαι σφοδρῶς, καὶ πρὸς τούτοις ἐκτομὰς καὶ καύσεις καὶ παντὸς ἀποχὴν πόματός τε καὶ ἐδέσματος, οὗπερ ἂν ἴδωμεν αὐτοὺς ἡττημένους. τοὺς τοίνυν σκηπτομένους ὀδυνᾶσθαι σφοδρῶς <.....> † τὸ μέγεθος τοῦ πόνου † |

---

Galenus Med., Quomodo morborum simulantes sint deprehendendi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg115.local001/.
