Ancient Greek
Volume 19
Galen, Quomodo morborum simulantes sint deprehendendi 19.7
Not analysed yet
καὶ τοῖς ἀπὸ τῆς ἰατρικῆς ἐμπειρίας γνωρίσμασιν, ἐν οἷς ἐστι καὶ τὸ δυσφορεῖν καὶ καταψύχεσθαι τὰ ἄκρα καὶ ὠχριᾶν, ἐνίοτε δὲ καὶ ψυχρὸν ἐφιδροῦν καὶ σφυγμοὺς ἔχειν οὐ μόνον ἀνωμάλους, ὅπερ καὶ τοῖς μετρίως ὀδυνωμένοις ὑπάρχει, ἀλλὰ καὶ πλείους τοὺς μικροὺς τῶν μεγάλων καὶ τοὺς ἀμυδροὺς τῶν σφοδρῶν, ἐρωτωμένους τε τὸ τῆς ὀδύνης εἶδος οἰκεῖον ἀποκρίνασθαι τῷ πεπονθότι μορίῳ. τινὰ μὲν γὰρ αὐτῶν εἰς πολὺ διατείνοντας ἔχει τοὺς πόνους, τινὰ δὲ οἷον ἐμπεπαρμένους τε καὶ καθ' ἓν μέρος ἐρηρεισμένους, ἔνια δὲ νυγματωδῶς σφύζει, ἀλλὰ καί τινα διασπᾶσθαι δοκεῖ, τὰ δὲ οἷον ναρκώδη φαίνεται, τὰ δὲ βαρέα, καὶ τὰ μὲν ἐμέτους ἐπιφέρει, τὰ δὲ γαστρὸς ταραχήν, τὰ δὲ σκοτόδινον.