# Quos quibus catharticis medicamentis et quando purgare oporteat 15-23

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, 15 to 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quos-quibus-catharticis-medicamentis-et-quando-purgare-oporteat/15

τὸ μὲν οὖν τῆϲ ἀναπαύϲεωϲ δῆλον· ὡϲ γὰρ τὰ γυμνάϲια ξηραίνειν πέφυκεν, οὕτω καὶ ἡ ἀνάπαυϲιϲ, ὅπερ ἐϲτὶν ἡϲυχία τε καὶ ἀγυμναϲία, φυλάττει τὰϲ ὑγρότηταϲ· τροφὴ δ᾿ οὐχ ἁπλῶϲ ἡ | πλείων ὑγραίνειν πέφυκεν, ἀλλ᾿ ἥτιϲ ἄνευ ποιότητοϲ ἰϲχυρᾶϲ ᾖ, τουτέϲτι μήτε ϲτρυφνὴ μήτε δριμεῖα μήτε ἁλυκὴ μήτε πικρά. δεδώκαμεν δ᾿ ἐνίοτε ῥαφανῖδαϲ δι᾿ ὀξυμέλιτοϲ, πήξαντεϲ αὐταῖϲ δι᾿ ὅληϲ ἡμέραϲ καὶ νυκτὸϲ ἐλλεβόρου κλῶναϲ λευκοῦ. καὶ εἴη ἂν ἀϲθενὴϲ ἀπ᾿ ἐλλεβόρου κάθαρϲιϲ ἡ τοιαύτη. οἱ δὲ ϲτενὸν ἔχοντεϲ τὸν θώρακα καὶ διὰ τοῦτο καὶ τὸν πνεύμονα ϲυντεθλιμμένον ἀνεπιτηδειότατοι τυγχάνουϲιν εἰϲ τὰϲ ἐμετικῶν φαρμάκων καθάρϲειϲ τάϲ τε ἄλλαϲ καὶ μάλιϲτα τὴν δι᾿ ἐλλεβόρου τοῦ λευκοῦ· ῥήγνυται γὰρ αὐτοῖϲ ἀγγεῖόν τι τῶν ἐν τοῖϲ ἀναπνευϲτικοῖϲ ὀργάνοιϲ. χρὴ δὲ καὶ τὸν μὲν πικρόχολον χυμὸν ἄνω, τὸ δὲ φλέγμα κάτω μᾶλλον κενοῦν· ἔϲθ᾿ ὅτε μὴν ἔμπολιν, εἰ κατὰ μὲν τὴν γαϲτέρα φλεγματικόϲ, ἐν δὲ τοῖϲ ἐντέροιϲ πικρόχολοϲ ἀθροιϲθείη, τὸν μέντοι μελαγχολικὸν αἰεὶ κάτω. γέγραπται δὲ κατὰ τοὺϲ Ἀφοριϲμοὺϲ Ἱπποκράτει | περὶ τῶν ὡρῶν· ‘θέρεοϲ φαρμακεύειν τὰϲ ἄνω, χειμῶνοϲ τὰϲ κάτω.’ τὸ δ᾿ ἀνάλογον ταῖϲ ὥραιϲ ἐπὶ τῶν χωρῶν ϲκοπεῖϲθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν. καὶ μὴν καὶ τὸ ἔθοϲ οὐ ϲμικρὰ μοῖρα πρὸϲ ἔνδειξιν κενώϲεωϲ· οἱ μὲν γὰρ ἐμεῖν εἰθιϲμένοι φέρουϲιν ἀλυπότερον τὰϲ διὰ τῆϲ ἄνω κοιλίαϲ καθάρϲειϲ· οἱ δ᾿ ἀήθειϲ οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ᾿ ἐλλεβόρου. καὶ τὸ τοῦ νοϲήματοϲ δ᾿ εἶδοϲ ϲκοπεῖϲθαι προϲῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοϲ ἀγωγῷ χρηϲόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆϲ κάτω γαϲτρόϲ, εἶτα δι᾿ ἐμέτων, εἶτα δι᾿ ἀποφλεγματιϲμῶν· δι᾿ ὅλου γὰρ τοῦ ϲώματοϲ ἐκτεταμένου τοῦ πλεονάζοντοϲ, ἁπάϲαϲ κενώϲειϲ παραληψόμεθα. ἀϲκίτου δ᾿ ὄντοϲ τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώϲομεν φαρμάκων, ὥϲπερ | γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶϲ τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δἰ οὔρων καὶ δι᾿ ὑπερῴαϲ καὶ διὰ ῥινῶν.

---

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, ed. Ioannes Raeder. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg073.local002/.
