# Quos quibus catharticis medicamentis et quando purgare oporteat 30

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, κγ. Ἐκ τῶν Γαληνοῦ· τίναϲ δεῖ καθαίρειν, καὶ ποίοιϲ καθαρτηρίοιϲ, καὶ πότε.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quos-quibus-catharticis-medicamentis-et-quando-purgare-oporteat/30

οὔκουν οὐδ᾿ αὐτῆϲ ἕνεκα τῆϲ πυρώδουϲ θερμότητοϲ ἡ κάθαρϲιϲ ἡμῖν παραλαμβάνεται (ταύτην γὰρ ἴϲμεν ὅϲον ἐφ᾿ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆϲ τῶν λυπούντων | χυμῶν κενώϲεωϲ γίνεϲθαι τῆϲ βλάβηϲ, ἣν ἐξ ἀνάγκηϲ βλάπτεται τὸ ϲῶμα πρὸϲ τῶν καθαρτικῶν φαρμάκων· ἔϲτι δ᾿ ἡ ὠφέλεια † ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περιϲκέψαϲθαι, εἰ ἐπιτηδείωϲ ὁ κάμνων ἔχει πρὸϲ τὴν τοιαύτην κάθαρϲιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίϲχρων ἢ παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ ἀνεπιτήδειοι.

---

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, ed. Ioannes Raeder. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg073.local002/.
