# Quos quibus catharticis medicamentis et quando purgare oporteat 35-41

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, 35 to 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/quos-quibus-catharticis-medicamentis-et-quando-purgare-oporteat/35

χρὴ δ᾿ εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ. ὅταν οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου, καὶ μάλιϲτα ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ· ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει φαρμάκου καθαίρονται δαψιλῶϲ. ὅταν οὖν ὁ πυρετὸϲ ᾖ μὴ ϲφοδρόϲ, ἔμπειρόϲ τε ᾖϲ τῆϲ φύϲεωϲ τοῦ κάμνοντοϲ, ἐπὶ τὴν τοῦ φαρμάκου δόϲιν ἀφίξῃ, χρώμενοϲ ἐλλεβόρῳ. μέλανι ⟨ἤ⟩ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐϲτι καὶ τὸ διὰ τῆϲ κολοκυνθίδοϲ· ἱερὰν δ᾿ αὐτὴν ϲυνήθωϲ ὀνομάζουϲιν. ποικίλωϲ δ᾿ αὐτῆϲ ϲκευαζομένηϲ, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν ϲκαμμωνίαν δ᾿ οὐκ ἔχουϲα, κάλλιϲτόν ἐϲτι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωϲ λαβεῖν φάρμακον ὑπήλατον. μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται. χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ καταϲῦραι κάτω τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου. διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόϲει κελεύει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν· ἀρξαμένηϲ δὲ γίνεϲθαι τῆϲ καθάρϲεωϲ. οὐκέτι βούλεται δίδοϲθαι πτιϲάνηϲ, εὐλαβούμενοϲ ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτοϲ φαρμάκου.|

---

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat, ed. Ioannes Raeder. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg073.local002/.
