Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.16-2
Not analysed yet
ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐϲτὶ καὶ ϲαφῶϲ πίονα, ταῦτα τῇ |πείρᾳ βαϲάνιζε, τοὺϲ τρόπουϲ τῆϲ ϲκευαίαϲ αὐτῶν, οὓϲ ἐξ ἐμπειρίαϲ ἔμαθον ἕκαϲτοϲ τῶν ἐπιχωρίων, ἀκούων τε καὶ μανθάνων παρ’ ἐκείνων. ὁποία δ’ ἐϲτὶν ἡ δύναμιϲ αὐτὼν ἑκάϲτου, ἤδη ϲοι πάρεϲτι καὶ παρ’ ἐμοῦ μανθάνειν. ὅϲα μὲν γὰρ ὀπτῶντεϲ ἢ ταγηνίζοντεϲ ἐϲθίουϲι, ξηροτέραν τροφὴν τῷ ϲώματι δίδωϲι, ὅϲα δ’ ἐν ὕδατι προαφεψήϲαντεϲ, ὑγροτέραν, ὅϲα δ’ ἐν ταῖϲ λοπάϲιν ἀρτύοντεϲ, ἐν τῷ μεταξὺ τούτων ἐϲτί.