Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.18-2
Not analysed yet
μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου καὶ κάρου καὶ λιβυϲτικοῦ |καὶ κυμίνου καί τινα τοιαῦθ’ ἕτερα, τῶν φυτῶν δ’ αὐτῶν πράϲα καὶ κρόμυα καὶ ἄνηθα καὶ θύμα καὶ θύμβρα καὶ γλήχων καὶ ἡ εὐώδηϲ μίνθη καὶ ὀρίγανοϲ ὅϲα τ’ ἄλλα τοιαῦτα τῆϲ ὀψαρτυτικῆϲ ὄντα πραγματείαϲ, ἣν νῦν οὐ πρόκειται διέρχεϲθαι.