# Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.22

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/text/1.22

ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ ἡ γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν γαϲτέρα καὶ τῆϲ τῶν προτρεπόντων οὖϲα βραχύ τι ῥέπει πρὸϲ τὸ ἕτερον, ὅταν γε μὴ πάνυ τύχῃ νωθρᾶϲ γαϲτρὸϲ εἰϲ ἀπόκριϲιν ἢ ἰϲχυρᾶϲ εἰϲ ἀνάδοϲιν· ἐνίοτε γὰρ ἐπέχει γαϲτέρα καὶ ταῦτα.

---

Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ed. George Helmreich. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg037.local001/.
