Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.23
Not analysed yet
καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ |ϲιτίοιϲ εἰϲ ἀνάδοϲιν ὑφηγεῖται. εἰ δὲ μὴ φθάϲειεν ἀναδοθῆναι ταχέωϲ, ἐρεθίζει πρὸϲ ἔκκριϲιν ὥϲπερ ἡ ξανθὴ χολὴ διὰ τὸ δριμύ τι καὶ δακνῶδεϲ ἔχειν ἐν ἑαυτῷ. τὰ μὲν οὖν τοιαῦτα τῶν ἐϲθιομένων τε καὶ πινομένων δάκνοντα μόνον ἐπὶ τὴν ἔκκριϲιν ἐπεγείρει τὰ κατὰ τὴν κοιλίαν μόρια.