Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.25
Not analysed yet
καὶ τοῦτ’ εἶναι δοκεῖ τιϲι τὸ ὑφ’ Ἱπποκράτουϲ εἰρημένον· ὲν τροφῇ φαρμακείη ἄριϲτον. τοῖϲ δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπ’ ἐκείνων ὁ λόγοϲ εἰρῆϲθαι δύναται τῶν οὔτε θρεπτικήν τινα τοῦ ζῷου δύναμιν ἐχόντων ἐδεϲμάτων οὔτε καθαρτικήν. καὶ γὰρ καὶ ταῦτά φαϲιν οὐχ ὡϲ τροφὰϲ μόνον ἐνεργεῖν πολλάκιϲ, ἀλλὰ καὶ ὡϲ φάρμακα, θερμαίνοντα καὶ ψύχοντα καὶ ξηραίνοντα καὶ ὑγραίνοντα ϲαφῶϲ ἡμᾶϲ· ὡϲ ὅταν γε μηδέν τι τούτων ἐνεργῇ περὶ τὸ ϲῶμα τἀνθρώπου, τρέφῃ δὲ μόνον αὐτό, τηνικαῦτα τὸν φαρμάκου λόγον οὐχ ἕξει.