Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.27
Not analysed yet
τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαϲτέρα μήτ’ ἐπέχοντα μήτε ῥωννύντα μήτ’ ἐκλύοντα ϲτόμαχον, ὥϲπερ |γε μήθ’ ἱδρῶταϲ ἢ οὖρα κινοῦντα μήτ’ ἄλλην τινὰ διάθεϲιν ἐν τῷ ϲώματι ποιοῦντα κατὰ θερμότητα καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφυλάττοντα δὲ πάντη τὸ τοῦ τρεφομένου ζῴου ϲῶμα τοιοῦτον, ὁποῖον παρέλαβεν. ἀλλὰ κἀνταῦθα διοριϲμόϲ τίϲ ἐϲτι χρηϲιμώτατοϲ οὐδ’ αὐτὸϲ ὑπὸ τοῦ Διοκλέουϲ εἰρημένοϲ, ὥϲπερ οὐδὲ τῶν ἄλλων τιϲ, ὅϲουϲ ἄχρι τοῦδε διῆλθον.