Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.3-2
Not analysed yet
εἶτ’ ἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ τοῖϲ προειρημένοιϲ ἐν μὲν τῷ δευτέρῳ γράμματι τῷδε τὰϲ ἀπὸ τῶν φυτῶν τροφὰϲ διελθεῖν, ἐν δὲ τῷ τρίτῳ τὰϲ ἀπὸ τῶν ζῷων. ἐξέϲται γὰρ τῷ βουλομένῳ, προχειριζομένῳ τὸ βιβλίον, ἐν ᾧ γέγραπται τῶν τροφῶν ἡ δύναμιϲ, αἷϲ μάλιϲτα χρῆϲθαι βούλεται, ποτὲ μὲν ἐπὶ τὸ πρῶτον ἔρχε|ϲθαι, ποτὲ δ’ ἐπὶ τὸ δεύτερον ἢ τὸ τρίτον. ὅπωϲ οὖν ὁ περὶ τῶν φυτῶν λόγοϲ ἅπαϲ ἐν τοῖϲ δύο τοῖϲ πρώτοιϲ ᾗ τετελεϲμένοϲ, ἐπὶ τὰ κατάλοιπα τῶν προειρημένων ἀφίξομαι, ἀρχὴν τῷ λόγῳ τήνδε θέμενος.