Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Chapter 1
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1.30
Not analysed yet
κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, ὁ δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδ’ ἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.